Славянская кормчая. В коейждо области сущу епископу, иже суть под нею, правды да соблюдаются чисто и неподвижно. Аще же уставу сему противно вводить кто, всуе труждается.
Елико же епископ от иныя области, отъяша что, и под свои руце взяша, еже не бе исперва под ними, или село, или виноград, или землю, или ино что, еже от иныя епископии восхитиша, ничтоже от того своего да сотворят, ни да удержат, но да возвратят вскоре в епископию, под ним же беша и прежде была: яко чисто и неподвижно блюсти подобает, коеяждо области сущая под нею стяжания: да не буесть мирския власти, изветом святительства влезет в ня. Аще ли устав ин введет кто, повеленным на сем соборе противу глаголя и боряся, ничтоже успеет, но всуе труждается.
Послание того же Святого Вселенского Третьего Собора к Священному Собору Памфилийскому о Евстафии, бывшем их митрополите
Μετὰ βουλῆς πάντα ποίει, τῆς θεοπνεύστου λεγούσης Γραφῆς, χρὴ δὴ μάλιστα τοὺς ἱερᾶσθαι λαχόντας μετὰ πάσης ἀκριβείας τὴν ἐφ’ ἅπασι τοῖς πρακτέοις ποιεῖσθαι δεάσκεψιν. Διαβιοῦν γὰρ οὕτως ἐθέλουσίν, ἐν καλῷ τῆς ἐλπίδος κεῖσθαίτε τὰ κατ᾽αὐτοὺς, καὶ οἷον ἐξ οὐρίας ἐν τοῖς κατ’ εὐχὴν ἀποφέρεσθαι συμβαίνει· καὶ πολὺ τό γε εἰκὸς ὁ λόγος ἔχει. Ἀλλ’ οἶδεν, ἑσθ’ ὅτε, δρίμεῖα καὶ ἀφὁρητος λύπη, κατασκήψασα νοῦ, καταθολῶσαί τε δεινῶς αὐτὸν, καὶ τῆς τῶν δεόντων ἀποκομίσαι θήρας, ἀναπεῖσαί τε τὸ πεφυκὸς ἀδικεῖν, ὥς τι τῶ ὀνησιφόρων ἰδεῖν. Τοιοῦτον τι πεπονθότα τεθεάμεθα τὸν εὐλαβέστατον, καὶ θεοσεβέστατον ἐπίσκοπον Εὐστάθιον. Κεχειροτόνηται μὲν γὰρ, ὡς μεμαρτύρηται, κανονικῶς· τεθορυβημένος δὲ, ὥς φησι, παρά τινων, καὶ ἀδοκήτοις περιστάσεσιν ἐμβεβηκὼς, εἶτα ἐκ πολλής ἄγαν ἀπραγμοσύνης ἀπειρηκὼς τὴν ἀντίστασιν τῶν ἐπενηνεγμένων αὐτῷ φροντίδων, καί περ διακρούεσθαι τὰς παρὰ τῶν ἐπιφυομένων αὐτῷ δυσφημίας δυνάμενος, παραιτήσεως, οὐκ ἴσμεν ὅπως, προσεκόμισε βιβλίον. Ἔδει γὰρ, ὡς ἅπαξ ἐγκεχειρισμένον ἱερατικὴν φροντίδα, ταύτης ἔχεσθαι μετ’ εὐρωστίας πνευματικῆς, καὶ οἷον ἀνταποδύεσθαι τοῖς πόνοις, καὶ ἱδρῶτα τὸν ἔμμισθον ἐθελοντὶ ὑπομεῖναι. Ἐπειδὴ δὲ ἅπαξ ὀλιγώρως ἔχοντα παρέδειξεν ἑαυτὸν, τοῦτο παθὼν ἐξ ἀπραγμοσύνης μᾶλλον, ἢ ὄκνου, καὶ ῤᾳθυμίας, κεχειροτόνηκεν ἀναγκαίως ἡ ὑμετέρα θεοσέβεια τὸν εὐλαβέστατον, καὶ θεοσεβέστατον αδελφὸν ἡμῶν καὶ συνεπίσκοπον Θεόδωρον, φροντιοῦντα τῆς ἐκκλησίας· οὐ γὰρ ἦν ἀκόλουθον χηρεύειν αὐτὴν, καὶ ἐπιστάτου δίχα δεατελεῖ τοῦ Σωτῆρος τὰ ποίμνια. Ἐπειδὴ δὲ πρσσῆλθε κλαίων, οὐ περὶ τῆς πόλεως, οὑδὲ τῆς ἐκκλησίας φιλονεικῶν τῷ μνημονευθέντι θεοσεβεστάτῳ ἐπισκόπῳ Θεοδώρῳ, ἐξαιτῶν δὲ τέως τὴν τοῦ ἑπισκόπου τιμὴν, καὶ κλῆσιν, συνηλγήσαμεν ἅπαντες τῷ πρεσβύτῃ, καὶ κοινὸν εἶναι λογεσάμενοι τὸ αὺτοῦ δάκρυον, ἐσπεύδομεν μαθεῖν, εἰ καθαίρεσιν ἔννομον ὑπομεμένηχεν ὁ μνημονευθεὶς, ἢ γοῦν ἐπί τισι τῶν ἀτόπων ἐλήλεγκται παρά τινων καταφλυαρησάντων αὐτοῦ τῆς ὑπολήψεως. Καὶ δὴ ἐμάθομεν πεπράχθαι μὲν τοιοῦτον οὺδὲν, γενέσθαι δὲ μᾶλλον τῷ μνημονευθέντι ἀντὶ ἐγκλήματος τὴν παραίτησιν. Ὅθεν οὐδὲ τῇ ὑμετέρᾳ θεοσεβείᾳ ἐμεμψάμεθα, χειροτονησάσῃ δεόντως εἰς τὸν αὐτοῦ τόπον τὸν μνημονευθέντα εὺλαβέστατον ἐπίσκοπον Θεόδωρον. Ἐπειδὴ δὲ τῇ ἀπραγμοσύνῃ τοῦ ἀνδρὸς οὐ σφόδρα φελονεικεῖν ἀκόλουθον, ἔδει δὲ μᾶλλον ἐλεῆσαι πρεσβύτην, ἔξω καὶ πόλεως τῆς ἐνεγκούσης αὐτὸν, καὶ πατρῴων ἐνδιαιτημάτων ἐν μακροῖς οὕτω γεγονότα χρόνοις, ἐδικαιώσαμεν, καὶ ὡρίσαμεν, δίχα πάσης ἀντιλογίας, ἔχειν αὐτὸν τό τε τῆς ἐπισκοπῆς ὄνομα, καὶ τὴν τιμὴν, καὶ τὴν κοινωνίαν. Οὕτω μέν τοι, ὥστε μὴ χειροτονεῖν αὐτὸν, μήτε μὴν ἐκκλησίαν καταλαβόντα ἱερουργεῖν ἐξ ἰδίας αὐθεντίας· ἀλλ’ ἢ ἄρα συμπαραλαμβανόμενον, εἴτουν ἐπιτρεπόμενον, εἰ τύχοι, παρὰ ἀδελφοῦ, καὶ συνεπισκόπου, κατὰ διάθεσιν, καὶ ἀγάπην τὴν ἐν Χριστῷ. Εἰ δέ τι βουλεύσησθε χρηστότερον ἐπ’ αὐτῷ, ἢ νῦν, ἢ εἰς τὸ μετὰ ταῦτα, ἀρέσει καὶ τοῦτο τῇ ἁγίᾳ συνόδῳ.