Выбрать главу

2. ᾿Αναµνηστέον οὖν αὖθις αὐτόν, κἂν µὴ βούληται, τῶν νεφρῶν καὶ λεκτέον, ὡς ἔλεγχος [εἰσὶν] οὗτοι φανερώτατος ἁπάντων τῶν ἀποχωρούντων τῆς ὁλκῆς· οὐδεὶς γὰρ οὐδὲν οὔτ’ εἶπε πιθανόν, ἀλλ’ οὐδ’ ἐξευρεῖν εἶχε κατ’ οὐδένα τρόπον, ὡς ἔµπροσθεν ἐδείκνυµεν, ἕτερον αἴτιον οὔρων διακρίσεως, ἀλλ’ ἀναγκαῖον ἢ µαίνεσθαι δοκεῖν, εἰ φήσαιµεν ἀτµοειδῶς εἰς τὴν κύστιν ἰέναι τὸ οὖρον ἢ ἀσχηµονεῖν τῆς πρὸς τὸ κενούµενον ἀκολουθίας µνηµονεύοντας, ληρώδους µὲν οὔσης κἀπὶ τοῦ αἵµατος, ἀδυνάτου δὲ καὶ ἠλιθίου παντάπασιν ἐπὶ τῶν οὔρων. ἓν µὲν δὴ τοῦτο σφάλµα τῶν ἀποστάντων τῆς ὁλκῆς· ἕτερον δὲ τὸ περὶ τῆς κατὰ τὴν ξανθὴν χολὴν διακρίσεως. οὐδὲ γὰρ οὐδ’ ἐκεῖ παραρρέοντος τοῦ αἵµατος τὰ στόµατα τῶν χοληδόχων ἀγγείων ἀκριβῶς διακριθήσεται τὸ χολῶδες περίττωµα. καὶ µὴ διακρινέσθω, φασίν, ἀλλὰ συναναφερέσθω τῷ αἵµατι πάντη τοῦ σώµατος. ἀλλ’, ὦ σοφώτατοι, προνοητικὴν τοῦ ζῴου καὶ τεχνικὴν αὐτὸς ὁ ᾿Ερασίστρατος ὑπέθετο τὴν φύσιν. ἀλλὰ καὶ τὸ χολῶδες ὑγρὸν ἄχρηστον εἶναι παντάπασι τοῖς ζῴοις ἔφασκεν. οὐ συµβαίνει δ’ ἀλλήλοις ἄµφω ταῦτα. πῶς γὰρ ἂν ἔτι προνοεῖσθαι τοῦ ζῴου δόξειεν ἐπιτρέπουσα συναναφέρεσθαι τῷ αἵµατι µοχθηρὸν οὕτω χυµόν; ἀλλὰ ταῦτα µὲν σµικρά· τὸ δὲ µέγιστον καὶ σαφέστατον πάλιν ἐνταῦθ’ ἁµάρτηµα καὶ δὴ φράσω. εἴπερ γὰρ δι’ οὐδὲν ἄλλ’ ἢ ὅτι παχύτερον µέν ἐστι τὸ αἷµα, λεπτοτέρα δ’ ἡ ξανθὴ χολὴ καὶ τὰ µὲν τῶν φλεβῶν εὐρύτερα στόµατα, τὰ δὲ τῶν χοληδόχων ἀγγείων στενότερα, διὰ τοῦθ’ ἡ µὲν χολὴ τοῖς στενοτέροις ἀγγείοις τε καὶ στόµασιν ἐναρµόττει, τὸ δ’ αἷµα τοῖς εὐρυτέροις, δῆλον, ὡς καὶ τὸ ὑδατῶδες τοῦτο καὶ ὀρρῶδες περίττωµα τοσούτῳ πρότερον εἰσρυήσεται τοῖς χοληδόχοις ἀγγείοις, ὅσῳ λεπτότερόν ἐστι τῆς χολῆς. πῶς οὖν οὐκ εἰσρεῖ; ὅτι παχύτερόν ἐστι νὴ Δία τὸ οὖρον τῆς χολῆς· τοῦτο γὰρ ἐτόλµησέ τις εἰπεῖν τῶν καθ’ ἡµᾶς ᾿Ερασιστρατείων ἀποστὰς δηλονότι τῶν αἰσθήσεων, αἷς ἐπίστευσεν ἐπί τε τῆς χολῆς καὶ τοῦ αἵµατος. εἴτε γὰρ ὅτι µᾶλλον ἡ χολὴ τοῦ αἵµατος ῥεῖ, διὰ τοῦτο λεπτοτέραν αὐτὴν ἡµῖν ἐστι νοµιστέον, εἴθ’ ὅτι δι’ ὀθόνης ἢ ῥάκους ἤ τινος ἠθµοῦ ῥᾷον διεξέρχεται καὶ ταύτης τὸ ὀρρῶδες περίττωµα, κατὰ ταῦτα τὰ γνωρίσµατα παχυτέρα τῆς ὑδατώδους ὑγρότητος καὶ αὕτη γενήσεται. πάλιν γὰρ οὐδ’ ἐνταῦθα λόγος οὐδείς ἐστιν, ὃς ἀποδείξει λεπτοτέραν τὴν χολὴν τῶν ὀρρωδῶν περιττωµάτων. ἀλλ’ ὅταν τις ἀναισχυντῇ περιπλέκων τε καὶ µήπω καταπεπτωκέναι συγχωρῶν, ὅµοιος ἔσται τοῖς ἰδιώταις τῶν παλαιστῶν, οἳ καταβληθέντες ὑπὸ τῶν παλαιστρικῶν καὶ κατὰ τῆς γῆς ὕπτιοι κείµενοι τοσούτου δέουσι τὸ πτῶµα γνωρίζειν, ὥστε καὶ κρατοῦσι τῶν αὐχένων αὐτοὺς τοὺς καταβαλόντας οὐκ ἐῶντες ἀπαλλάττεσθαι, κἀν τούτῳ νικᾶν ὑπολαµβάνουσι.