5. ῾Ως νῦν γε πόλεµος οὐ σµικρός ἐστι τοῖς ᾿Ερασιστρατείοις οὐ πρὸς τοὺς ἄλλους µόνον ἀλλὰ καὶ πρὸς ἀλλήλους, οὐκ ἔχουσιν, ὅπως ἐξηγήσωνται τὴν ἐκ τοῦ πρώτου τῶν καθόλου λόγων λέξιν, ἐν ᾗ φησιν· “εἰς τὸ αὐτὸ δ’ ἀνεστοµωµένων ἑτέρων δύο ἀγγείων τῶν τ’ ἐπὶ τὴν χοληδόχον τεινόντων καὶ τῶν ἐπὶ τὴν κοίλην φλέβα συµβαίνει τῆς ἀναφεροµένης ἐκ τῆς κοιλίας τροφῆς τὰ ἐναρµόζοντα ἑκατέροις τῶν στοµάτων εἰς ἑκάτερα τῶν ἀγγείων µεταλαµβάνεσθαι καὶ τὰ µὲν ἐπὶ τὴν χοληδόχον φέρεσθαι, τὰ δ’ ἐπὶ τὴν κοίλην φλέβα περαιοῦσθαι”. τὸ γὰρ “εἰς τὸ αὐτὸ ἀνεστοµωµένων”, ὃ κατ’ ἀρχὰς τῆς λέξεως γέγραπται, τί ποτε χρὴ νοῆσαι, χαλεπὸν εἰπεῖν. ἤτοι γὰρ οὕτως εἰς ταὐτόν, ὥστε τῷ τῆς ἐν τοῖς σιµοῖς φλεβὸς πέρατι συνάπτειν δύο ἕτερα πέρατα, τό τ’ ἐν τοῖς κυρτοῖς καὶ τὸ τοῦ χοληδόχου πόρου, ἤ, εἰ µὴ οὕτω, χώραν τινὰ κοινὴν ἐπινοῆσαι χρὴ τῶν τριῶν ἀγγείων οἷον δεξαµενήν τινα, πληρουµένην µὲν ὑπὸ τῆς κάτω φλεβός, ἐκκενουµένην δ’ εἴς τε τοὺς χοληδόχους πόρους καὶ τὰς τῆς κοίλης ἀποσχίδας· καθ’ ἑκατέραν δὲ τῶν ἐξηγήσεων ἄτοπα πολλά, περὶ ὧν εἰ πάντων λέγοιµι, λάθοιµ’ ἂν ἐµαυτὸν ἐξηγήσεις ᾿Ερασιστράτου γράφων, οὐχ, ὅπερ ἐξ ἀρχῆς προὐθέµην, περαίνων. κοινὸν δ’ ἀµφοτέραις ταῖς ἐξηγήσεσιν ἄτοπον τὸ µὴ καθαίρεσθαι πᾶν τὸ αἷµα. χρὴ γὰρ ὡς εἰς ἠθµόν τινα τὸ χοληδόχον ἀγγεῖον ἐµπίπτειν αὐτό, οὐ παρέρχεσθαι καὶ παραρρεῖν ὠκέως εἰς τὸ µεῖζον στόµα τῇ ῥύµῃ τῆς ἀναδόσεως φερόµενον. ἆρ’ οὖν ἐν τούτοις µόνον ἀπορίαις ἀφύκτοις ὁ ᾿Ερασιστράτου λόγος ἐνέχεται µὴ βουληθέντος χρήσασθαι ταῖς ἑλκτικαῖς δυνάµεσιν εἰς µηδέν, ἢ σφοδρότατα µὲν ἐν τούτοις καὶ σαφῶς οὕτως, ὡς ἂν µηδὲ παῖδα λαθεῖν;
6. Εἰ δ’ ἐπισκοποῖτό τις ἐπιµελῶς, οὐδ’ ὁ περὶ θρέψεως αὐτοῦ λόγος, ὃν ἐν τῷ δευτέρῳ τῶν καθόλου λόγων διεξέρχεται, τὰς αὐτὰς ἀπορίας ἐκφεύγει. τῇ γὰρ πρὸς τὸ κενούµενον ἀκολουθίᾳ συγχωρηθέντος ἑνὸς λήµµατος, ὡς πρόσθεν ἐδείκνυµεν, ἐπέραινέ τι περὶ φλεβῶν µόνων καὶ τοῦ κατ’ αὐτὰς αἵµατος. ἐκρέοντος γάρ τινος κατὰ τὰ στόµατ’ αὐτῶν καὶ διαφορουµένου καὶ µήτ’ ἀθρόως τόπου κενοῦ δυναµένου γενέσθαι µήτε τῶν φλεβῶν συµπεσεῖν, τοῦτο γὰρ ἦν τὸ παραλειπόµενον, ἀναγκαῖον ἦν ἕπεσθαι τὸ συνεχὲς ἀναπληροῦν τοῦ κενουµένου τὴν βάσιν. αἱ µὲν δὴ φλέβες ἡµῖν οὕτω θρέψονται τοῦ περιεχοµένου κατ’ αὐτὰς αἵµατος ἀπολαύουσαι· τὰ δὲ νεῦρα πῶς; οὐ γὰρ δὴ κἀν τούτοις ἐστὶν αἷµα. πρόχειρον µὲν γὰρ ἦν εἰπεῖν, ἕλκοντα παρὰ τῶν φλεβῶν· ἀλλ’ οὐ βούλεται. τί ποτ’ οὖν κἀνταῦθα ἐπιτεχνᾶται; φλέβας ἔχειν ἐν ἑαυτῷ καὶ ἀρτηρίας τὸ νεῦρον ὥσπερ τινὰ σειρὰν ἐκ τριῶν ἱµάντων διαφερόντων τῇ φύσει πεπλεγµένην. ᾠήθη γὰρ ἐκ ταύτης τῆς ὑποθέσεως ἐκφεύξεσθαι τῷ λόγῳ τὴν ὁλκήν· οὐ γὰρ ἂν ἔτι δεήσεσθαι τὸ νεῦρον ἐν ἑαυτῷ περιέχον αἵµατος ἀγγεῖον ἐπιρρύτου τινὸς ἔξωθεν ἐκ τῆς παρακειµένης φλεβὸς τῆς ἀληθινῆς αἵµατος ἑτέρου, ἀλλ’ ἱκανὸν αὐτῷ πρὸς τὴν θρέψιν ἔσεσθαι τὸ κατεψευσµένον ἀγγεῖον ἐκεῖνο τὸ λόγῳ θεωρητόν. ἀλλὰ κἀνταῦθα πάλιν αὐτὸν ὁµοία τις ἀπορία διεδέξατο. τουτὶ γὰρ τὸ σµικρὸν ἀγγεῖον ἑαυτὸ µὲν θρέψει, τὸ παρακείµενον µέντοι νεῦρον ἐκεῖνο τὸ ἁπλοῦν ἢ τὴν ἀρτηρίαν οὐχ οἷόν τ’ ἔσται τρέφειν ἄνευ τοῦ σύµφυτόν τιν’ ὑπάρχειν αὐτοῖς ὁλκὴν τῆς τροφῆς. τῇ µὲν γὰρ πρὸς τὸ κενούµενον ἀκολουθίᾳ πῶς ἂν ἔτι δύναιτο τὴν τροφὴν ἐπισπᾶσθαι τὸ ἁπλοῦν νεῦρον, ὥσπερ αἱ φλέβες αἱ σύνθετοι; κοιλότης µὲν γάρ τίς ἐστιν ἐν αὐτῷ κατ’ αὐτόν, ἀλλ’ οὐχ αἵµατος αὕτη γ’ ἀλλὰ πνεύµατος ψυχικοῦ µεστή. δεόµεθα δ’ ἡµεῖς οὐκ εἰς τὴν κοιλότητα ταύτην εἰσάγειν τῷ λόγῳ τὴν τροφὴν ἀλλ’ εἰς τὸ περιέχον αὐτὴν ἀγγεῖον, εἴτ’ οὖν τρέφεσθαι µόνον εἴτε καὶ αὔξεσθαι δέοιτο. πῶς οὖν εἰσάξοµεν; οὕτω γάρ ἐστι σµικρὸν ἐκεῖνο τὸ ἁπλοῦν ἀγγεῖον καὶ µέντοι καὶ τῶν ἄλλων ἑκάτερον, ὥστ’, εἰ τῇ λεπτοτάτῃ βελόνῃ νύξειάς τι µέρος, ἅµα διαιρήσεις τὰ τρία. τόπος οὖν αἰσθητὸς ἀθρόως κενὸς οὐκ ἄν ποτ’ ἐν αὐτῷ γένοιτο· λόγῳ δὲ θεωρητὸς τόπος κενούµενος οὐκ ἦν ἀναγκαστικὸς τῆς τοῦ συνεχοῦς ἀκολουθίας. ἠβουλόµην δ’ αὖ πάλιν µοι κἀνταῦθα τὸν ᾿Ερασίστρατον αὐτὸν ἀποκρίνασθαι περὶ τοῦ στοιχειώδους ἐκείνου νεύρου τοῦ σµικροῦ, πότερον ἕν τι καὶ συνεχὲς ἀκριβῶς ἐστιν ἢ ἐκ πολλῶν καὶ σµικρῶν σωµάτων, ὧν ᾿Επίκουρος καὶ Λεύκιππος καὶ Δηµόκριτος ὑπέθεντο, σύγκειται. καὶ γὰρ καὶ περὶ τούτου τοὺς ᾿Ερασιστρατείους ὁρῶ διαφεροµένους. οἱ µὲν γὰρ ἕν τι καὶ συνεχὲς αὐτὸ νοµίζουσιν ἢ οὐκ ἂν ἁπλοῦν εἰρῆσθαι πρὸς αὐτοῦ φασι· τινὲς δὲ καὶ τοῦτο διαλύειν εἰς ἕτερα στοιχειώδη τολµῶσιν. ἀλλ’ εἰ µὲν ἕν τι καὶ συνεχές ἐστι, τὸ κενούµενον ἐξ αὐτοῦ κατὰ τὴν ἄδηλον ὑπὸ τῶν ἰατρῶν ὀνοµαζοµένην διαπνοὴν οὐδεµίαν ἐν ἑαυτῷ καταλείψει χώραν κενήν. οὕτω γὰρ οὐχ ἓν ἀλλὰ πολλὰ γενήσεται, διειργόµενα δήπου ταῖς κεναῖς χώραις. εἰ δ’ ἐκ πολλῶν σύγκειται, τῇ κηπαίᾳ κατὰ τὴν παροιµίαν πρὸς ᾿Ασκληπιάδην ἀπεχωρήσαµεν ἄναρµά τινα στοιχεῖα τιθέµενοι. πάλιν οὖν ἄτεχνος ἡµῖν ἡ φύσις λεγέσθω· τοῖς γὰρ τοιούτοις στοιχείοις ἐξ ἀνάγκης τοῦθ’ ἕπεται. διὸ δή µοι καὶ δοκοῦσιν ἀµαθῶς πάνυ τὴν εἰς τὰ τοιαῦτα στοιχεῖα τῶν ἁπλῶν ἀγγείων εἰσάγειν διάλυσιν ἔνιοι τῶν ᾿Ερασιστρατείων. ἐµοὶ γοῦν οὐδὲν διαφέρει. καθ’ ἑκατέρους γὰρ ἄτοπος ὁ τῆς θρέψεως ἔσται λόγος, ἐκείνοις τοῖς ἁπλοῖς ἀγγείοις τοῖς σµικροῖς τοῖς συντιθεῖσι τὰ µεγάλα τε καὶ αἰσθητὰ νεῦρα κατὰ µὲν τοὺς συνεχῆ φυλάττοντας αὐτὰ µὴ δυναµένης γενέσθαι τῆς πρὸς τὸ κενούµενον ἀκολουθίας, ὅτι µηδὲν ἐν τῷ συνεχεῖ γίγνεται κενόν, κἂν ἀπορρέῃ τι· συνέρχεται γὰρ πρὸς ἄλληλα τὰ καταλειπόµενα µόρια, καθάπερ ἐπὶ τοῦ ὕδατος ὁρᾶται, καὶ πάλιν ἓν γίγνεται πάντα τὴν χώραν τοῦ διαφορηθέντος αὐτὰ καταλαµβάνοντα· κατὰ δὲ τοὺς ἑτέρους, ὅτι τῶν στοιχείων ἐκείνων οὐδὲν δεῖται τῆς πρὸς τὸ κενούµενον ἀκολουθίας. ἐπὶ γὰρ τῶν αἰσθητῶν µόνων, οὐκ ἐπὶ τῶν λόγῳ θεωρητῶν ἔχει δύναµιν, ὡς αὐτὸς ὁ ᾿Ερασίστρατος ὁµολογεῖ διαρρήδην, οὐ περὶ τοῦ τοιούτου κενοῦ φάσκων ἑκάστοτε ποιεῖσθαι τὸν λόγον, ὃ κατὰ βραχὺ παρέσπαρται τοῖς σώµασιν, ἀλλὰ περὶ τοῦ σαφοῦς καὶ αἰσθητοῦ καὶ ἀθρόου καὶ µεγάλου καὶ ἐναργοῦς καὶ ὅπως ἂν ἄλλως ὀνοµάζειν ἐθέλῃς. ᾿Ερασίστρατος µὲν γὰρ αὐτὸς αἰσθητὸν ἀθρόως οὔ φησι δύνασθαι γενέσθαι κενόν· ἐγὼ δ’ ἐκ περιουσίας εὐπορήσας ὀνοµάτων ταὐτὸν δηλοῦν ἔν γε τῷ νῦν προκειµένῳ λόγῳ δυναµένων καὶ τἆλλα προσέθηκα. κάλλιον οὖν µοι δοκεῖ καὶ ἡµᾶς τι συνεισενέγκασθαι τοῖς ᾿Ερασιστρατείοις, ἐπειδὴ κατὰ τοῦτο γεγόναµεν, καὶ συµβουλεῦσαι τοῖς τὸ πρῶτον ἐκεῖνο καὶ ἁπλοῦν ὑπ’ ᾿Ερασιστράτου καλούµενον ἀγγεῖον εἰς ἕτερ’ ἄττα σώµατα στοιχειώδη διαλύουσιν ἀποστῆναι τῆς ὑπολήψεως, ὡς πρὸς τῷ µηδὲν ἔχειν πλέον ἔτι καὶ διαφεροµένοις ᾿Ερασιστράτῳ. ὅτι µὲν οὖν οὐδὲν ἔχει πλέον, ἐπιδέδεικται σαφῶς· οὐδὲ γὰρ ἠδυνήθη διαφυγεῖν τὴν περὶ τῆς θρέψεως ἀπορίαν ἡ ὑπόθεσις· ὅτι δ’ οὐδ’ ᾿Ερασιστράτῳ σύµφωνός ἐστιν, ὃ ἐκεῖνος ἁπλοῦν καὶ πρῶτον ὀνοµάζει, σύνθετον ἀποφαίνουσα καὶ τὴν τῆς φύσεως τέχνην ἀναιροῦσα, πρόδηλον καὶ τοῦτ’ εἶναί µοι δοκεῖ. εἰ µὴ γὰρ κἀν τοῖς ἁπλοῖς τούτοις ἕνωσίν τινα τῆς οὐσίας ἀπολείψοµεν, ἀλλ’ εἰς ἄναρµα καὶ ἀµέριστα καταβησόµεθα στοιχεῖα, παντάπασιν ἀναιρήσοµεν τῆς φύσεως τὴν τέχνην, ὥσπερ καὶ πάντες οἱ ἐκ ταύτης ὁρµώµενοι τῆς ὑποθέσεως ἰατροὶ καὶ φιλόσοφοι. δευτέρα γὰρ τῶν τοῦ ζῴου µορίων κατὰ τὴν τοιαύτην ὑπόθεσιν ἡ φύσις, οὐ πρώτη γίγνεται. διαπλάττειν δὲ καὶ δηµιουργεῖν οὐ τοῦ δευτέρου γεγονότος, ἀλλὰ τοῦ προϋπάρχοντός ἐστιν· ὥστ’ ἀναγκαῖόν ἐστιν εὐθὺς ἐκ σπερµάτων ὑποθέσθαι τὰς δυνάµεις τῆς φύσεως, αἷς διαπλάττει τε καὶ αὐξάνει καὶ τρέφει τὸ ζῷον· ἀλλ’ ἐκείνων [ἕκαστον] τῶν σωµάτων τῶν ἀνάρµων καὶ ἀµερῶν οὐδὲν ἐν ἑαυτῷ διαπλαστικὴν ἔχει δύναµιν ἢ αὐξητικὴν ἢ θρεπτικὴν ἢ ὅλως τεχνικήν· ἀπαθὲς γὰρ καὶ ἀµετάβλητον ὑπόκειται. τῶν δ’ εἰρηµένων οὐδὲν ἄνευ µεταβολῆς καὶ ἀλλοιώσεως καὶ τῆς δι’ ὅλων κράσεως γίγνεται, καθάπερ καὶ διὰ τῶν ἔµπροσθεν ἐνεδειξάµεθα. καὶ διὰ ταύτην τὴν ἀνάγκην οὐκ ἔχοντες, ὅπως τὰ ἀκόλουθα τοῖς στοιχείοις, οἷς ὑπέθεντο, φυλάττοιεν, οἱ ἀπὸ τῶν τοιούτων αἱρέσεων ἅπαντες ἄτεχνον ἠναγκάσθησαν ἀποφήνασθαι τὴν φύσιν. καίτοι ταῦτά γ’ οὐ παρ’ ἡµῶν ἐχρῆν µανθάνειν τοὺς ᾿Ερασιστρατείους, ἀλλὰ παρ’ αὐτῶν τῶν φιλοσόφων, οἷς µάλιστα δοκεῖ πρῶτον ἐπισκοπεῖσθαι τὰ στοιχεῖα τῶν ὄντων ἁπάντων. οὔκουν οὐδ’ ᾿Ερασίστρατον ἄν τις ὀρθῶς ἄχρι τοσαύτης ἀµαθίας νοµίζοι προήκειν, ὡς µηδὲ ταύτην γνωρίσαι δυνηθῆναι τὴν ἀκολουθίαν, ἀλλ’ ἅµα µὲν ὑποθέσθαι τεχνικὴν τὴν φύσιν, ἅµα δ’ εἰς ἀπαθῆ καὶ ἄναρµα καὶ ἀµετάβλητα στοιχεῖα καταθραῦσαι τὴν οὐσίαν. καὶ µὴν εἰ δώσει τιν’ ἐν τοῖς στοιχείοις ἀλλοίωσίν τε καὶ µεταβολὴν καὶ ἕνωσιν καὶ συνέχειαν, ἓν ἀ